Ο εν λόγω ψαλμός αποτελεί μίξη και σύνθεση στίχων από τους 150 ψαλμούς του Ψαλτηρίου. Μέσα απ’ όλο το Ψαλτήρι συλλέξαμε τους στίχους εκείνους που εικονίζουν την Παντοδυναμία του Θεού και τους συνθέσαμε με τέτοιο τρόπο ώστε από τη μια να υπάρχει αλληλουχία στα λεγόμενα αλλά και από την άλλη να εγκωμιάζεται σ’ ένα Ψαλμό η Παντοδυναμία του Θεού θέτοντας παράλληλα και ένα έμμεσο μήνυμα, πως η Δικαιοσύνη Του, ακολουθεί της Φιλανθρωπίας Του.
Στιχ. 1 –
(46, 3 & 94,3) Μέγας
Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. (1)
Στιχ. 2 – (46, 9) ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, ὁ Θεὸς
κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
Στιχ. 3 – (46, 4) Υπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·
Στιχ. 4 – (46,10) ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ και οἱ κραταιοὶ
τῆς γῆς σφόδρα ἐπήρθησαν.
Στιχ. 5 – (23, 7) Άρατε
πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς
τῆς δόξης.
Στιχ. 6 – (23, 8 & 10) Τίς ἐστιν
οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν
πολέμῳ. Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.
Στίχ. 7 – (88, 9 & 6
& 8) Κύριος ὁ Θεὸς τῶν δυνάμεων, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου, ἐν ἐνδοξαζόμενος
ἐν εκκλησία και βουλῇ ἁγίων. Εξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Στίχ. 8 – (94, 4 - 5) Ότι ἐν τῇ χειρὶ αὐτοῦ
τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν· ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα,
καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.
Στίχ. 9 – (94, 7) Αὐτός ἐστιν
ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ.
Στίχ. 10 – (95, 9 & 96, 4)
Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.
ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, εἶδε καὶ ἐσαλεύθη ἡ γῆ.
Στίχ. 11 – (96, 2) Νέφη καὶ
γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ.
Στίχ. 12 – (96, 3 & 49,3) Πῦρ ἐναντίον
αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ· ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ
Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ
καταιγὶς σφόδρα.
Στίχ. 13 – (11, 4)
Εξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλοῤῥήμονα.
Στίχ. 14
– (58, 9 & 2, 4) Κύριος ἐκγελάσῃ αὐτούς ἐκμυκτηριεῖ αὐτούς και ἐξουδενώσει
πάντα τὰ ἔθνη.
Στίχ.
15 – (45, 10) Ανταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ
συνθλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.
Στίχ. 16 – (104, 28 – 29) Εξαπέστειλε
σκότος καὶ ἐσκότασεν, ὅτι παρεπίκραναν τοὺς λόγους αὐτοῦ· μετέστρεψε τὰ ὕδατα αὐτῶν
εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν.
Στίχ. 17 – (104, 32 &
34) ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν, εἶπε καὶ ἦλθεν
ἀκρίς, καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμός,
Στίχ. 18 – (59, 4) συνέσεισας τὴν γῆν καὶ
συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς ὅτι ἐσαλεύθη.
Στίχ. 19 – (45, 4) ἤχησαν
καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ.
Στίχ. 20 – (64, 8 – 9 & 45, 7) ὁ
συνταράσσων τὸ κῦτος τῆς
θαλάσσης, ἤχους κυμάτων αὐτῆς. ταραχθήσονται τὰ ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκε
φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν
σημείων σου· ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις.
Στίχ. 21 – (101, 16) Καὶ φοβηθήσονται τὰ ἔθνη
τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου.
Στίχ.
22 – (96, 9 & 56, 12) Ότι σὺ εἶ Κύριος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν ἡ
δόξα σου, υψώθητι ἐπὶ τοὺς οὐρανούς και σφόδρα ὑπερυψώθης
ὑπὲρ πάντας τοὺς θεούς.
Στίχ. 23 – (3, 8) Ανάστα,
Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι
ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
Στίχ. 24 – (88, 18) ὅτι καύχημα τῆς
δυνάμεως ημών σὺ εἶ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.
Στίχ. 25 – (46, 2 - 4) Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε
τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. ὅτι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ
πᾶσαν τὴν γῆν. ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·
Στίχ.
26 – (46, 7) Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε,
Στίχ. 27 – (102, 20 - 21) Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι
αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων
αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες
τὸ θέλημα αὐτοῦ·
Στίχ.
28 – (46, 9) ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
Στίχ. 29 – (49, 1) Θεὸς θεῶν Κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ
ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.
Στίχ.
30 – (49, 4 - 6) Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν
αὐτοῦ· συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ
ἐπὶ θυσίαις, καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ Θεὸς
κριτής ἐστι.
Στίχ. 31 – (45, 8) Κύριος τῶν δυνάμεων μεθ᾿ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου